ΟΡΦΕΩΣ ΥΜΝΟΙ / ORPHIC HYMNS



Κικλήσκω μέγαν, ἁγνόν, ἐράσμιον, ἡδὺν Ἔρωτα, τοξαλκῆ, πτερόεντα, πυρίδρομον, εὔδρομον ὁρμῇ, συμπαίζοντα θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις, εὐπάλαμον, διφυῆ, πάντων κληῖδας ἔχοντα, αἰθέρος οὐρανίου, πόντου, χθονός, ἠδ' ὅσα θνητοῖς, πνεύματα παντογένεθλα θεὰ βόσκει χλοόκαρπος, ἠδ' ὅσα Τάρταρος εὐρὺς ἔχει πόντος θ' ἁλίδουπος·
μοῦνος γὰρ τούτων πάντων οἴηκα...


Οὐρανίη, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη, ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή, νυκτερίη, ζεύκτειρα, δολοπλόκε μῆτερ ἀνάγκης·
πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον·
καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾷς δὲ τὰ πάντα, ὅσσα τ' ἐν οὐρανῳ ἐστι καὶ ἐν γαίῃ πολυκάρπῳ, ἐν πόντου τε βυθῷ·
σεμνὴ Βάκχοιο πάρεδρε, τερπομένη θαλίῃσι,...

Κλῦθι, Ποσειδάον γαιήοχε, κυανοχαῖτα ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν· ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα, ποντομέδων, ἁλίδουπε, βαρύκτυπος, ἐννοσίγαιε·
κυμοθαλές, χαριτῶπα, τετράορον ἅρμα διώκων, εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ·
ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης, κύμασι τερπόμενος, θηρσίν θ' ἅμα, πότνιε δαῖμον·